Ancient Greek · ~3 min
Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 22
Not analysed yet
Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἀφιδρώσῃ; ἢ ὅτι ἐλάττων ἡ ἔκκρισις. ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλῃ εἰς ἀέρα, πλεῖον γίνεται ἐξ ἐλάττονος· τὸ γὰρ ὑγρὸν διακρινόμενον πλεῖον, ὥστε πλείονι χρόνῳ ἡ ἔκκρισις, διά τε τοῦτο καὶ ὅτι δι’ ἐλαττόνων πόρων ἡ ἔκκρισίς ἐστιν. ἔτι τὸ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ δὲ τοῦ πνεύματος ἀδυνατεῖ. μάλιστα δὲ τοῦτ’ ἐστὶ τὸ λυποῦν. διὸ καὶ οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι τοῦτο ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες. καὶ ὅτι τῇ μὲν σαρκὶ πόρρω ὁ τόπος οὗτος, ἐν ᾧ τὸ γλίσχρον καὶ τὸ κολλῶδες, ὥστε ἔργον μεταστῆσαι, τῇ δὲ κοιλίᾳ ἐγγύς· ἢ γὰρ ἐν αὐτῇ ἐγγίνεται ἢ πλησίον· διὸ καὶ δυσεξάγωγον ἄλλως.