Ancient Greek · ~3 min
22 to 25
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 22-11-25
Not analysed yet
Διὰ τί οἱ κύνες τὰ ἴχνη ἥκιστα εὑρίσκουσιν ζεφύρου πνέοντος; ἢ διότι μάλιστα συγχεῖ διὰ τὸ συνεχέστατος εἶναι τῶν ἀνέμων καὶ μάλιστα ὑπὸ τὴν γῆν πνεῖν; Διὰ τί, ὅταν ἀστέρες διάττωσιν, ἀνέμου σημεῖον; ἢ ὅτι ὑπὸ τοῦ πνεύματος φέρονται, καὶ πρότερον ἐκεῖ γίνεται πνεῦμα ἢ παρ’ ἡμῖν; διὸ καὶ ἀφ’ οὗ ἂν τόπου φέρωνται οἱ ἀστέρες, ἐν τούτῳ καὶ τὸ πνεῦμα γίνεται. Διὰ τί μεγίστας νεφέλας τῶν ἀνέμων ὁ ζέφυρος ἄγει; ἢ διότι ἐκ πελάγους πνεῖ καὶ κατὰ τὴν θάλατταν; ἐκ πολλοῦ οὖν καὶ συνάγει. Διὰ τί οἱ ἐπὶ τέλει ἄνεμοι μέγιστοι; ἢ ὅτι ὅταν ἀθρόοι ἐκπνεύσωσιν, ὀλίγον τὸ θερμόν;