Ancient Greek · ~4 min
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 26-9
Not analysed yet
Διὰ τί, ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ γίνεται; ἢ ὅτι καθ’ ὃν ἂν ᾖ ὁ ἥλιος τόπον τοῦ κόσμου, τὰ ἐντεῦθεν πνεύματα κινεῖ; διὸ καὶ ἡ τῶν πνευμάτων περίστασις κατὰ τὴν τοῦ ἡλίου φορὰν γίνεται. ἐπεὶ δ’ ἡ ἰσημερία μεθόριόν ἐστι χειμῶνος καὶ θέρους, ὅταν συμβῇ τὸν ἥλιον κατὰ τὴν ἡμῖν φαινομένην ἰσημερίαν ὑπερβεβληκέναι ἢ ἐκλείπειν τοῦ ἀκριβοῦς ὅρου καὶ εἶναι μᾶλλον ἐν τοῖς χειμερίοις, συμβαίνει τοὺς ἐκ τούτου τοῦ μέρους ἀνέμους πνεῖν, ὧν ἐστὶ πρῶτος λίψ, ὢν ὑγρὸς φύσει. ὄντος δὲ τοῦ ἡλίου μᾶλλον ἐν τῷ χειμερίῳ μέρει τοῦ κόσμου, καὶ κινοῦντος τὰ ἐν αὐτῷ πνεύματα, τὰ χειμῶνος ἔργα συμβαίνει γίνεσθαι· τούτων δέ ἐστιν ὁ ὄμβρος. ἔτι δὲ ἐπειδὴ ἡ ἰσημερία ἐστὶν καθάπερ χειμὼν καὶ θέρος ἰσοκρατές, ἐὰν ὁποτερῳοῦν αὐτῶν τι προστεθῇ, εὔσημον τὴν ῥοπὴν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἰσαζόντων ζυγῶν. ἐπεὶ δὲ ὁ λὶψ ἔκ τε τῆς χειμερίου τάξεως ἐστιν καὶ ὑγρὸς φύσει, προστεθεὶς ἐν τῇ ἰσημερίᾳ ῥοπὴν χειμῶνος ἐποίησεν καὶ ὄμβρον· ὁ γὰρ ὄμβρος χειμών ἐστιν οἰκειότατος τῷ πνεύματι.