Ancient Greek · ~3 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 23-11
Not analysed yet
Διὰ τί τὸ ὕδωρ ἧττον φαίνεται λευκόν, ἐὰν κινῆται, οἷον καὶ ἡ φρίκη; διὸ καὶ Ὅμηρος ἀρχομένου φησὶ τοῦ πνεύματος μελάνει δέ τε πόντος ὑπ’ αὐτοῦ. ἢ διὰ δύο αἰτίας, ἐγγύθεν μὲν τῆς ὄψεως οὔσης, διὰ τὸ διιέναι τὴν ὄψιν μᾶλλον ἠρεμοῦντος, κινουμένου δὲ μὴ εὐθυπορεῖν· τὸ δὲ διαφανὲς λευκὸν φαίνεται. δι’ οὗ γὰρ μὴ διέρχεται ἡ ὄψις, μέλαν φησὶν εἶναι. διὸ καὶ ὁ ἀὴρ πόρρωθεν μέλας φαίνεται, ὁ δὲ ἐγγὺς λευκός, καὶ θαλάττης τὸ μὲν ἐγγὺς λευκόν, τὸ δὲ πόρρωθεν κυανοῦν καὶ μέλαν. πόρρωθεν δέ, κινουμένης πως τῆς ὄψεως, καὶ τῷ διανακλᾶσθαι ἀθρόον τὴν ὄψιν, ἐὰν ἠρεμῇ πρὸς τὸ φῶς, κινουμένου δὲ μὴ δύνασθαι.