Ancient Greek · ~3 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 22-9
Not analysed yet
Διὰ τί τοὺς ἅλας θᾶττον τήκει τὸ ἁλμυρὸν ὕδωρ ἢ τὸ πότιμον; ἢ διότι τὸ μὲν τήκεσθαί ἐστι τὸ ὑπὸ τοῦ ὑγροῦ ἢ θερμοῦ εἰσιόντος διαιρεῖσθαι, ὥστε ὑγρὸν εἶναι; οὐ τήκει δὲ ἢ τὰ ὅλως μὴ δυνάμενα εἰσιέναι, ἢ τὰ οὕτως ὥστε μὴ θιγγάνειν. μόλις δὲ τήκει τὰ ῥᾳδίως διεξιόντα· τὰ δ’ ἐπιόντα βιαζόμενα, ταῦτα τάχιστα διαιρεῖ. οὐκ εἰσέρχεται δὲ τὰ λίαν μεγαλομερῆ· ὑπερέχει γὰρ τῶν πόρων. τὰ δὲ μικρομερέστερα διέρχεται οὐ ψαυόμενα. ἔστι δὲ τὸ μὲν πότιμον λεπτόν, τὸ δὲ ἁλμυρὸν παχύτερον, ὥστε τὸ μὲν ῥᾳδίως διὰ λεπτότητα διαδῦνον μόλις τήκει, τὸ δὲ εἰσέρχεται μέν, ἧττον δὲ διὰ τὸ μεγαλομερέστερον εἶναι διαιρεῖ, καὶ βιάζεται θᾶττον.