Ancient Greek
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 23-9
Not analysed yet
Διὰ τί τὰ μύρτα ἐν τῇ χειρὶ θλιβέντα γλυκύτερα ἡμῖν δοκεῖ εἶναι τῶν μὴ τεθλιμμένων; ἢ καθάπερ καὶ αἱ ῥᾶγες τετρυγημέναι τῶν βοτρύων γλυκύτεραί εἰσιν ἢ τῶν ἀτρυγήτων; ὑπὸ γὰρ τοῦ γλεύκους ὄντος φύσει ἡδέος αἱ μὲν τετρυγημέναι ῥᾶγες ὥσπερ ἐοίκασιν ἡδυσμέναι (ἀνάπλεῳ γάρ εἰσι καὶ ἔξωθεν), αἱ δ’ ἐπὶ τῶν βοτρύων ἀνήδυστοι. ὁμοίως οὖν καὶ ἐπὶ τῶν μύρτων φύσει γλυκέων καὶ τὴν γλυκύτητα ἐχόντων ἐντός. ὥσπερ αἱ ῥᾶγες οὖν, ὅταν θλιφθῇ, ἀναπίμπλαται ἀπὸ τῆς ἐντὸς γλυκύτητος καὶ ἔξωθεν διαφαίνεται γλυκύτερα ὄντα.