Ancient Greek · ~2 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 24-9
Not analysed yet
Διὰ τί τῶν τε μύρτων τὰ ἐλάττω ἀπυρηνότερά ἐστι, καὶ ἐν τοῖς φοίνιξι καὶ ἐπὶ τῶν βοτρύων, ἔνθα δ’ αἱ μικραὶ ῥᾶγες οὐκ ἔχουσιν ἢ ἐλάττους πυρῆνας; ἢ διὰ τὸ ἀτελέστερα εἶναι οὐκ ἔχει ἀποκεκριμένον; τέλος γὰρ ὁ πυρὴν ἔχει τὸ σπέρμα. διὰ τοῦτο δὲ καὶ ἐλάττους εἰσίν, ὡς ὄντα παραφυάδες καὶ ἀτελῆ. καὶ ἧττον δὲ γλυκέα τῶν ἐχόντων πυρῆνας· ἀπεπτότερα γάρ ἐστιν, ἡ δὲ πέψις τελείωσίς ἐστιν.