Ancient Greek · ~1 min
24 to 25
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 24-3-25
Not analysed yet
Διὰ τί οἱ μεθύοντες ἀριδάκρυοι μᾶλλον; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ γίνονται· ἀκρατεῖς οὖν εἰσίν, ὥστε ὑπὸ μικρῶν κινεῖσθαι. Διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; πάντων γὰρ ταὐτὸ αἴτιον ἡ κατάκρουσις, τουτέστιν ἐπιπολῆς. τὸ μὲν γὰρ μεθύειν ἐν τοῖς περὶ κεφαλὴν τόποις.