Ancient Greek · ~2 min
Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 25a
Not analysed yet
Διὰ τί τοῖς μεθύουσιν οὐκ ἐγγίνεται ὕπνος; ἢ ὅτι δεῖ πρὸς τοὺς ὕπνους ὑγρότητα ἐνυπάρχειν θερμήν; αὕτη γὰρ εὔπεπτος. ἂν δὲ μὴ ἐνῇ ὑγρότης ὀλίγη ἢ δύσπεπτος, οὐ γίνεται ὕπνος. διὸ ἐν τοῖς κόποις καὶ μετὰ τὰ σιτία καὶ τοὺς πότους ὑπνωτικώτατοι γίνονται ὑπὸ τῆς θέρμης. τοῖς δὲ μελαγχολικοῖς καὶ τοῖς μεγάλας πυρίας †ἀγρυπνία, τοῖς μὲν ὅτι κατέψυκται τὸ ὑγρόν, τοῖς δὲ ὅτι οὐκ ἔστιν ἢ ὀλίγον. φανερὸν οὖν ὅτι εἰς ταῦτα βλεπτέον καθ’ ἕτερον τῶν παθῶν.