Ancient Greek · ~10 min
Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 26-3
Not analysed yet
Διὰ τί οἱ οἰνόφλυγες τρέμουσιν, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; ἔστιν δὲ ὁ μὲν οἶνος θερμαντικός, ὁ δὲ τρόμος γίνεται μάλιστα ὑπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν. πολλοῖς δ’ ἤδη χρωμένοις μόνῳ ἀκράτῳ τροφῆς χάριν τρόμοι τε ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. ἕτεροι δὲ τοῦτον τὸν τρόπον διαιτώμενοι, καὶ τρίψεσι χρώμενοι καὶ τροφῇ κρέασι, πρὸς ἀποπληκτικὰς ἀρρωστίας ἤλασαν· οἷς τρόμοι μὲν διὰ τὴν ἀκινησίαν ἧττον ἐνέπιπτον, πόνος δὲ ἰσχυρὸς καὶ τὸ μὴ δύνασθαι ἡσυχάζειν ἤδη. τοῦ μὲν τρόμου αἰτία ἡ ψυχρότης· φαίνονται γάρ, ὥσπερ εἴρηται, οἵ τε ῥιγῶντες τοῦτο πάσχοντες καὶ οἱ σφόδρα γέροντες. ἀμφοτέρων δὲ τούτων τῶν μὲν τὸ πάθος ψυχρόν, τῶν δὲ ἡ ἡλικία· ὁ δὲ οἶνος θερμαντικώτατος, ὥσθ’ ὑπεναντίον ἄν τι συμβαίνοι. ἢ οὐθὲν κωλύει γίνεσθαι ταὐτὸ ὑπὸ ἐναντίων, μὴ ὡσαύτως δὲ ποιούντων, οἷον καὶ ὑπὸ τῶν πάγων ἀποκάεται καὶ ὑπὸ θερμοῦ, ὅταν ὁ πάγος ἀθρόον ποιήσῃ τὸ θερμόν· ὥστ’ ἔστι μὲν ὡς ὑπ’ ἐναντίων τὸ πάθος τὸ αὐτὸ συμβαίνειν· ἔστι δὲ ὡς ὑπὸ τοῦ αὐτοῦ τὸ αὐτό. ὁ δὲ τρόμος γίνεται μὲν ὑπ’ ἐνδείας θερμοῦ, οὐ παντός, ἀλλὰ τοῦ οἰκείου. φθείρεται δὲ τὸ θερμὸν ἢ μαράνσει ἢ σβέσει, σβέσει μὲν ὑπὸ τῶν ἐναντίων, ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μαράνσει δὲ ἐνδείᾳ τροφῆς, οἷον οἱ λύχνοι, ὅταν μὴ ἔχωσιν ὑπέκκαυμα μηδ’ ἔλαιον· ἢ ὑπὸ θερμοῦ ἀλλοτρίου, οἷον τὸ πῦρ ἐν τῷ ἡλίῳ καὶ οἱ λύχνοι παρὰ τὸ πῦρ. οἱ μὲν οὖν ῥιγῶντες ὑπὸ ψυχροῦ σβεννυμένου τοῦ θερμοῦ τρέμουσιν. διὸ καὶ τοῖς προσχεομένοις τὸ θερμὸν αἱ φρῖκαι γίνονται· ἐγκατακλειόμενον γὰρ τὸ ψυχρὸν εἴσω καὶ ἀντιπεριιστάμενον ἵστησι τὰς τρίχας· καὶ τῷ ἀρχομένῳ πυρέττειν τὸ γινόμενον ῥῖγος δι’ ὁμοίαν αἰτίαν γίνεται. ἐν δὲ τῷ γήρᾳ τὸ θερμὸν μαραίνεται τῆς τροφῆς ὑπολειπούσης. τροφὴ μὲν γὰρ ὑγρὸν τῷ θερμῷ, τὸ δὲ γῆρας ψυχρόν. οἱ δὲ οἰνόφλυγες μαραινομένης μὲν τῆς οἰκείας θερμότητος τρέμουσι, κἂν εἴ τινες ἄλλοι τοῦτο πάσχουσι διὰ τὸν οἶνον, οὐ τὸν αὐτὸν δὲ τρόπον τοῖς διὰ γῆρας, ἀλλ’ ἔτι τρίτος ἦν τρόπος τῆς τοῦ θερμοῦ φθορᾶς. ὅταν γὰρ ὑπερβάλλοντι χρῶνται ἐν τῷ σώματι, πολλὴ οὖσα ἡ θερμότης ἢ ἀποσβέννυσιν ἢ ἀσθενῆ ποιεῖ τὴν οἰκείαν θερμότητα ᾗ ἰσχύομεν· ἔστι γὰρ ὅταν μὴ κρατῇ τὸ κινοῦν τοῦ κινουμένου, οἷον ὅταν ξύλον μακρὸν καὶ μέγα μὴ εὐκρατῶς ἔχῃ τις, τὸ ἄκρον τρέμει. γίνεται δὲ τοῦτο ἢ τῷ τὸ ἐχόμενον μεῖζον εἶναι ἢ τῷ τὸ κινοῦν ἔλαττον. συμβαίνει δὲ σβεννυμένου τοῦ θερμοῦ (δοκεῖ γὰρ αἴτιον τοῦτο εἶναι τοῦ κινεῖσθαι τοῖς ζῴοις) μὴ κρατεῖν τὴν φύσιν. σημεῖον δ’ ὅτι διὰ ψυχρότητα γίνεται τὸ πάθος τοῖς οἰνόφλυξιν καὶ τοῖς πρεσβύταις, ὅτι ἄνευ ῥίγους γίνεται ὁ τρόμος.