Ancient Greek · ~3 min
Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 26-5
Not analysed yet
Διὰ τί τοὺς μηροὺς μᾶλλον ἢ τὰς κνήμας κοπιῶσιν; πότερον ὅτι ἐγγὺς τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα, ὥστε ἂν ὑπερβάλλῃ διὰ τὴν κίνησιν τῇ θερμότητι, συσπῶσιν οἱ μηροὶ μᾶλλον καὶ πλεῖον ἢ αἱ κνῆμαι; ἢ διὰ τὸ συμφυὲς εἶναι μᾶλλον τοὺς μηρούς; μάλιστα γὰρ πονοῦσιν τῇ τοῦ συνεχοῦς διαστάσει. καὶ γὰρ ἂν μηδὲν ἔχοντες περίττωμα κοπιάσωσιν, ὅμως τοὺς μηροὺς καὶ τὴν ὀσφὺν πονοῦσι μᾶλλον. ἢ ὅτι καθάπερ οἱ βουβῶνες γίνονται πληγέντες διὰ τὴν συνάρτησιν τῶν φλεβῶν καὶ νεύρων, οὕτω καὶ οὗτος; ἐγγυτέρω δὲ τῆς ἀρχῆς ὁ μηρός. ἢ διότι μᾶλλον ἐν τῷ αὐτῷ σχήματι ὁ μηρὸς τῆς κνήμης; τοῦτο δὲ κοπιαρώτερον. ἢ ὅτι σαρκώδης, ὥστε πολὺ τὸ κατὰ φύσιν ἔχον ἐν αὐτοῖς;