Ancient Greek
27 to 30
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 27-4-30
Not analysed yet
Διὰ τί ἐνίοις, ὅταν πονήσωσιν, ἕλκη ἐκφύουσιν; ἢ ὅταν τὸ σῶμα ἀκάθαρτον ιἦ, ἡ κίνησις θερμαίνουσα καὶ ἄλλα περιττώματα συνεξικμάζει μετὰ τοῦ ἱδρῶτος; παχέα δὲ ὄντα καὶ χυμοὺς ἔχοντα μοχθηρούς, ὀξεῖς καὶ πικροὺς καὶ ἁλμυρούς, τὰ περιττώματα ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ πάχος, ἐξαίρεται δὲ διὰ τῆς σαρκὸς καὶ ἐξελκοῖ διὰ πικρότητα τοῦ χυμοῦ. Διὰ τί τοῖς ἐκ τῶν γυμνασίων καὶ φαρμακοποσιῶν οὐκ εὐθὺς προσφέρουσι τροφήν; ἢ διότι καθαίρεται τὸ σῶμα ἔτι, καὶ οὐκ ἀναπέπαυται πονοῦν, καὶ ἀποκέκριται τὰ περιττώματα; Διὰ τί χαλεπώτερον θεῖν ἢ βαδίζειν; ἢ ὅτι πλεῖον φορτίον φέρει ὁ θέων; ὅταν γὰρ ιἦ μετέωρος, ἅπαν ἐφ’ ἑαυτῷ ἔχει. ὁ δὲ βαδίζων, οἷον οἱ ἐπὶ τοῖς τειχίοις ἀναπαυόμενοι, ἐπιθεὶς ἔχει ἐπὶ τῷ ἠρεμοῦντι. Διὰ τί ἐκ τῶν γυμνασίων οὐ πεινῶσιν εὐθύς; πότερον διὰ τὴν ὑπόλειψιν τῆς συντήξεως, ἕως ἀντιπεφθῇ; ἢ διὰ τὸ πνεῦμα ὃ ποιεῖ ὁ πόνος ἐκ τοῦ ὑγροῦ; ἢ διὰ τὴν δίψαν ἣ γίνεται ἐκ τοῦ θερμαίνεσθαι πονοῦντας; πάντα γὰρ συμβαίνει ταῦτα.