Ancient Greek · ~3 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 26-7
Not analysed yet
Διὰ τί ἔνια βλαστάνει οὐκ ἐν τῇ γῇ ὄντα, ἀλλ’ ἐκτετμημένα, τὰ δὲ κείμενα, οἷον οἱ τῶν κρίνων καυλοὶ καὶ σκόροδα καὶ κρόμμυα; ἢ ὅτι ἔχουσι τροφὴν ἅπαντα ἐν αὑτοῖς, ἀλλ’ οὐκ ἐν ἀφωρισμένῳ τόπῳ οὐθὲν φυτόν; [ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν. δῆλον δέ· καὶ γὰρ καὶ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦσιν.] (αὔξεται δ’ ἕκαστον οὐ τῷ ἔχειν, ἀλλ’ ὅταν πεφθῇ καὶ διανεμηθῇ. ἔχει μὲν οὖν καὶ ἔμπροσθεν,) αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἐν ᾖ τοῦτο γίνεται πεττούσης ὥρας, οἷον καὶ τὰ τῶν κροκοδείλων ᾠά. συνεχὲς δὲ οὐκέτι, ὅτι οὐκ ἐπιρρεῖ ἄλλη τροφή.