Ancient Greek · ~5 min
27 to 30
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 27-8-30
Not analysed yet
Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα ὅσῳ ἂν ξηρότερα φυτεύηται, τοσούτῳ βελτίω γίνεται, τὰ δὲ ἄλλα χείρω; ἢ ὅτι πάντα τὰ τοιαῦτα μάλιστα ὑγρασίας ἐστὶ πλήρη; εὔκρατα οὖν γίνεται τοῦτον τὸν τρόπον φυτευθέντα. καὶ ὅτι ἧττον σήπεται, ὅταν ξηρανθέντα φυτευθῇ. Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα μόνα τῶν φυτῶν κείμενα βλαστάνει; ἢ διότι ὑγρασίας ἐστὶ πλήρη καὶ τροφῆς; ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν. δῆλον δέ· καὶ γὰρ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦσιν. αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἑκάστῳ. Διὰ τί τὰ τῷ ψυχρῷ ὕδατι ἀρδόμενα γλυκύτερα ἢ τὰ τῷ θερμῷ; πότερον ὅτι ἐγκατακλειόμενον τὸ θερμὸν ἁλμυρώτερον, ὥσπερ καὶ τὸ ἁλμυρώτερον θερμότερον, τὸ δὲ γλυκὺ ἐναντίον, ὥσπερ ψυχρόν. τροφὴ δὲ τοῖς λαχάνοις τὸ ὑγρόν, καὶ οἱ χυμοὶ ἐντεῦθεν. Διὰ τί τὰ σκόροδα ὄζει μᾶλλον ἐγκαυλοῦντα ἢ νέα ὄντα; ἢ ὅτι νέων μὲν ὄντων ἔτι πολὺ ὑγρὸν ἀλλότριον ἐνὸν ἀφαιρεῖται τὴν δύναμιν αὐτῶν; ὅταν δὲ πεπανθῇ, ἐκκεκριμένου ἤδη τούτου, τότε τὴν οἰκείαν ἔχει ὀδμήν. αὕτη δέ ἐστι φύσει δριμεῖα. ὁμοίως δὲ καὶ οἱ ἄλλοι καρποὶ οἱ πρόσφατοι ὄντες ὑδαρέστεροι. διὸ καὶ τὰ κρόμμυα ἧττον δριμέα τὰ νεώτερα.