Ancient Greek · ~5 min
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 27-9
Not analysed yet
Διὰ τί ὁ νότος καὶ ὁ εὖρος θερμότεροι ὄντες τῶν ἐναντίων, ὁ μὲν τοῦ βορέου, ὁ δὲ τοῦ ζεφύρου, ὑδατωδέστεροί εἰσιν; καίτοι διὰ ψυχρότητα ὕδωρ ἐξ ἀέρος γίνεται. οὐ γὰρ διὰ τὸ ἀπωθεῖν τὸν βορέαν ἐντεῦθεν γίνεται τὰ νέφη· ὁ γὰρ ζέφυρος καὶ ὁ εὖρος ἀπάγουσιν ἄμφω (ὁμοίως γὰρ πλάγιοι), καὶ οἱ ἄλλοι δὲ πάντες, ὅθεν πνέουσιν. πότερον ὅτι ἀντιπεριίσταται τὸ ψυχρὸν εἴσω μᾶλλον, ὅταν ᾖ ἔξω τὸ θερμὸν μᾶλλον; ἢ ἔστι μέν τι καὶ διὰ τὸ ὅθεν πνέουσιν, αἰθρίους εἶναι; καὶ γὰρ εὖρος ἀπ’ ἠοῦς ἐστίν. ἥδε δὲ ἡ χώρα πρὸς ἑσπέραν κεῖται, καὶ ζέφυρος. ἀλλὰ καὶ διότι πρότερον θερμαινόμενος ὁ ἀήρ, ὥσπερ καὶ τὰ ὕδατα, τάχιστα καὶ μάλιστα ψύχεται. φέρεται οὖν ὁ μὲν ἀπὸ τοῦ εὔρου ἀπ’ ἀνατολῆς ἀὴρ θερμός, ὁ δὲ ἀπὸ τοῦ νότου ἀπὸ μεσημβρίας. ὅταν οὖν ἔλθωσιν εἰς τὸν ψυχρότερον τόπον, ταχὺ πήγνυνται καὶ συνίστανται εἰς ὕδωρ. καὶ μᾶλλον ὁ εὖρος ποιεῖ ὕδωρ, ὅτι ἀπὸ τοῦ ἡλίου μᾶλλον φέρει τὸν ἀέρα, καὶ ὁμοίως θερμόν. ὁ δὲ νότος λήγων ὑδατώδης, ὅτι ψυχρὸς ὁ πρῶτος φερόμενος ἀὴρ ἀπὸ τῆς θαλάττης, ὁ δὲ τελευταῖος διάθερμος ὢν ἀπὸ τῆς γῆς κομίζει. ἢ οὐ μόνον τοῦτ’ αἴτιον, ἀλλ’ ὅτι καὶ μείζων λήγων ὁ νότος γίνεται; διὸ καὶ ἡ παροιμία εἰς αὐτὸν ἀρχομένου τε νότου. οἱ δὲ μείζους ψυχρότεροι. ὥστε πηγνύει ὕστερον τὰ νέφη. ἢ διὰ τοῦτο ὑδατωδέστερος ἢ ἀρχόμενος;