Ancient Greek · ~3 min
28 to 30
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 28-4-30
Not analysed yet
Διὰ τί ἐν μὲν τοῖς ἄλλοις ζῴοις διαμένει ὁμοίως τὰ δίδυμα, θήλεος καὶ ἄρσενος ὄντος, ἐν δὲ τοῖς ἀνθρώποις οὔ; ἢ διότι τούτῳ ἀσθενῆ μάλιστα τὰ δίδυμα· μονοτόκον γάρ ἐστιν. ἐν δὲ τοῖς διδύμοις παρὰ φύσιν τὸ θῆλυ γίνεσθαι καὶ ἄρρεν, ὥστε ὃ μάλιστά ἐστι παρὰ φύσιν, τοῦτο καὶ ἀσθενέστατον. Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι ἡ οὐλὴ κωλύει διὰ τὴν πύκνωσιν ἢ διὰ τὸ φθείρειν τὴν τροφήν; τοῖς μὲν οὖν ἀνθρώποις παντελῶς κωλύει διὰ τὴν ἀσθένειαν τῆς τριχός, τοῖς δὲ ἵπποις οὐκ ἐκώλυσεν, διέφθειρε δέ. Διὰ τί τοῖς ζῴοις ἄρτιοι πόδες; ἢ ὅτι παντὸς μὲν τοῦ κινουμένου ἀνάγκη τι ἠρεμεῖν, συνέβαινεν δὲ περιττῶν ὄντων μὴ γίνεσθαι τοῦτο· ὅπερ κατὰ τὴν ἀντιστοιχίαν τῶν ποδῶν ἦν ἡ κίνησις.