Ancient Greek · ~2 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 31-5
Not analysed yet
Διὰ τί ἐλάττω χρόνον τὰ ζῷα καθεύδει ἢ ἐγρήγορεν, οὐ συνεχῶς δέ; ἢ διὰ τὸ μὴ ἅμα πᾶσαν πέττεσθαι τὴν περίττωσιν; ἀλλ’ ὅταν τι πεφθῇ, κουφισθὲν διεγείρεται. καὶ πλεονάκις δ’ ἐγείρονται, ὅσοις ψυχρὸς ὁ τόπος ὁ πέττων ἐστὶν τὴν περίττωσιν· ταχὺ γὰρ παύεται καὶ πολλάκις, ἡ δὲ διάπαυσις ἔγερσίς ἐστιν. ἡδὺ δέ, οὐδὲ εἰκός, διὰ τὸ ἀνάπαυσιν εἶναι φαίνεται. ἀλλ’ οὐδ’ ἐνταῦθα πλείω χρόνον ἡ ἀνάπαυσις γίνεται τῶν κατὰ φύσιν ἔργων· οὐδ’ εἰ τὸ ἐσθίειν ἥδιον τοῦ μή, ὅμως πλείω χρόνον ἐσθίουσιν ἢ ἀσιτοῦσιν.