Ancient Greek
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 29-4
Not analysed yet
Διὰ τί αἱ κυματωδέστεραι γαῖ στερραὶ γίνονται πολλάκις οὕτως σφόδρα ὥσπερ ἠδαφισμέναι; καὶ ἡ μὲν κυματώδης γῆ στερεά, ἡ δὲ ἄπωθεν χαῦνος. ἢ διότι ἡ μικρὰ ἄμμος οὐ πόρρωθεν ἐκβάλλεται ὑπὸ τοῦ κύματος, ἀλλὰ ἡ μείζων μᾶλλον; ὥσπερ καὶ τῇ χειρὶ βάλλειν πόρρω οὐ τὸ ἐλάχιστον μάλιστα δυνατόν. ἔπειτα πολλῶν κυκωμένων τα ἐλάχιστα ἐμπίπτοντα πυκνοῖ. ἡ δὲ τοῦ κύματος λωφῶντος κίνησις ἐδαφίζει, κινεῖ δὲ οὐκέτι. διὰ μὲν οὖν τὸ μὴ τὰ μικρότατα πόρρω δύνασθαι πηδᾶν, ἐκ μικρῶν σφόδρα συντέθειται· διὰ δὲ τὸ πολλάκις κινεῖσθαι συνεχὲς γίνεται πιπτούσης ἄμμου, ἕως ἂν συναρμόσῃ· διὰ δὲ τὸ κῦμα τὸ τελευταῖον ἐδαφίζεται, καὶ τὸ ἠρέμα ὑγρὸν συγκολλᾷ. ἡ δὲ πόρρω ξηρά τε οὖσα διίσταται, καὶ ἐκ μειζόνων ἐστὶ λιθιδίων καὶ ἀνεδάφιστος.