Ancient Greek · ~3 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 30-6
Not analysed yet
Διὰ τί τῆς θαλάσσης τὰ ἄνω τῶν ἐν τῷ βάθει ἁλμυρώτερα καὶ θερμότερα; ὁμοίως δὲ καὶ ἐν τοῖς φρέασι τοῖς ποτίμοις τὸ ἐπιπολῆς ἁλμυρώτερον τοῦ εἰς βάθος· καίτοι ἔδει τὸ κατωτέρω· βαρύτερον γὰρ τὸ ἁλμυρόν. ἢ διότι ὁ ἥλιος καὶ ὁ ἀὴρ ἀνάγει ἀεὶ τὸ ἐλαφρότατον ἀπὸ τῶν ὑγρῶν; τὸ δὲ ποτιμώτερον ἀεὶ κουφότερον, μᾶλλον δὲ ἀπάγει ἀπὸ τῶν ἐγγυτέρων τόπων. ὥστε καὶ τῆς θαλάττης ἀπὸ τῶν ἐπιπολῆς καὶ τῶν ποτίμων ἀνάγκη τὸ λειπόμενον ἁλμυρώτερον εἶναι, ἀφ’ ὧν ἀνῆκται, ἢ ἀφ’ ὧν μηθὲν ἢ ἔλαττον τὸ γλυκύ. διὰ τοῦτο δὲ καὶ θερμότερα τὰ ἄνω· τὸ γὰρ ἁλμυρὸν θερμότερον τοῦ ποτίμου. διὸ καὶ φασί τινες τῶν ἡρακλειτιζόντων ἐκ μὲν τοῦ ποτίμου ξηραινομένου καὶ πηγνυμένου λίθους γίνεσθαι καὶ γῆν, ἐκ δὲ τῆς θαλάττης τὸν ἥλιον ἀναθυμιᾶσθαι.