Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 31-8
Not analysed yet
Διὰ τί τῆς θαλάττης τὰ πρὸς τῇ γῇ γλυκύτερά ἐστιν; ἢ διότι ἐν τῇ κινήσει μᾶλλόν ἐστιν; κινούμενον δὲ τὸ ἁλμυρὸν γλυκύτερον γίνεται. ἢ ὅτι καὶ ἐν τῷ βάθει ἁλμυρώτερόν ἐστι τὸ ὕδωρ, τὰ δὲ πρὸς τῇ γῇ ἧττόν ἐστι βαθέα. διὸ καὶ τἀγχιβαθῆ ἁλμυρά ἐστι καὶ οὐχ ὁμοίως γλυκέα. τούτου δ’ αἴτιον, ὅτι βαρὺ ὂν τὸ ἁλμυρὸν φέρεται μᾶλλον εἰς βάθος.