Ancient Greek · ~2 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 32-5
Not analysed yet
Διὰ τί τῶν ζῴων τὰ μὲν εὐθὺς ἀκολουθεῖ τοῖς γεννήσασι, τὰ δ’ ὀψέ, οἷον ἄνθρωπος, ἢ μόλις, ἢ οὐδέποτε; ἢ διότι τὰ μὲν ταχὺ ἀπολαμβάνει τὸ γνωρίζειν, τὰ δ’ ὀψέ; καὶ τὰ μὲν ἀναίσθητα τοῦ ὠφελοῦντος, τὰ δὲ ἔχει αἴσθησιν. ὅσα μὲν οὖν ἄμφω ἔχει ταῦτα (λέγω δ’ οἷον καὶ αἴσθησιν τοῦ ὠφελοῦντος καὶ ἐπιτέλεσιν τοῦ σώματος), ἀκολουθεῖ, τὰ δὲ μὴ ἄμφω οὐ ποιεῖ τοῦτο· δεῖ γὰρ δύνασθαι καὶ διαισθάνεσθαι.