Ancient Greek · ~3 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 32-7
Not analysed yet
Διὰ τί οἱ σίκυοι πέπονες ἄριστοι γίνονται ἐν τοῖς ἑλώδεσι πεδίοις οὖσιν ἐνύγροις ,οἷον περὶ Ὀρχομενὸν καὶ ἐν Αἰγύπτῳ; δοκεῖ δ’ ἔνυδρος αὕτη ἡ χώρα εἶναι. ἔστι δὲ τὰ ἑλώδη ἔνυδρα· οἱ δὲ σίκυες αὐτοὶ ὑγρότεροι· διὸ καὶ οἱ κηπαῖοι φαῦλοι εἰσίν. πότερον ὅτι εἰς βάθος διὰ σκληρότητα τῆς γῆς ἀναγκάζονται φυτεύεσθαι; ἡ γὰρ πηλώδης καὶ πεδιὰς μάλιστα γίνεται σκληρά, οἱ δὲ εἰς βάθος φυτευθέντες βελτίους. ἢ διότι ξηρὰν δεῖ εἶναι τὴν γῆν διὰ τὸ αὐτὸ εἶναι ὑγρὸν φύσει; οὕτω γὰρ ἀντισπώμενον ἐπὶ τὸ μέσον ἥξει. ἡ δὲ ἑλωδεστέρα μέν, βαθεῖα δὲ τροφὴν ἴσχει καὶ διὰ τὸ βάθος τῆς γῆς καὶ διὰ τὸν τόπον, καὶ οὐχ ὑπερβάλλουσαν διὰ τὸ ξηραίνεσθαι τὴν γῆν πάλιν.