Ancient Greek · ~2 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 31-7
Not analysed yet
Διὰ τί τῶν μυρρινῶν μὲν μὴ τεταριχευμένων τὰ μύρτα ἀπορρεῖ μᾶλλον τῶν φύλλων, ταριχευομένων δὲ τῷ φύκει τὰ μὲν φύλλα ἀπορρεῖ, τὰ δὲ μύρτα οὐκ ἀπορρεῖ; ἢ ἀταριχεύτων μὲν ὄντων οὕτως ἔχει διὰ τὴν φύσιν; ὅταν γὰρ πεπανθῇ, ἀπορρεῖν πέφυκεν τὰ μύρτα. τοῦτο δὲ οὐ συμβαίνει κειμένων, ἀλλὰ μόνον κωλύει ἡ ἰκμὰς τοῦ φύκους μεταβάλλειν τὸ ἐν τῷ μύρτῳ ὑγρόν. τὰ δὲ φύλλα ἀποπίπτει τοὐναντίον αὐτῶν ξηραινομένων, τὸ δὲ φῦκος ξηραίνει ἁλμυρὸν ὄν. οὐ ταὐτὸ οὖν συμβαίνει ἐπί τε τῆς μυρρίνης οὖσι καὶ κειμένοις τοῖς φύλλοις.