Ancient Greek · ~2 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 34-6
Not analysed yet
Διὰ τί τὸ πήγανον βασκανίας φασὶ φάρμακον εἶναι; ἢ διότι βασκαίνεσθαι δοκοῦσι λάβρως ἐσθίοντες; ἢ ὑφορώμενοί τινας δυσχερείας καὶ περὶ τὰ προσφερόμενα ὑπόπτως ἔχοντες; ἐπιλέγουσι γοῦν, ὅταν τῆς αὐτῆς τραπέζης ἰδίᾳ τι προσφέρωνται, μεταδιδόντες, ἵνα μὴ βασκάνῃς με. ἅπαντες οὖν μετὰ ταραχῆς τῶν βρωμάτων προσοίσονται τὸ διδόμενον ὑγρὸν ἢ σιτίον, ὑφ’ ὧν ἢ καταλαμβανομένων ἢ ἀπεμουμένων μετεωρισθέντα τὰ σιτία συνεξέπεσεν καὶ τὰ πνεύματα ὑπὸ τῶν ὑγρῶν καὶ πόνους καὶ στρόφους παρέχει. τὸ πήγανον οὖν προεδεσθέν, θερμαντικὸν ὂν τῇ φύσει, ἠραίωσε τὸ δεχόμενον ἀγγεῖον τὰ σιτία καὶ τὸ ἄλλο σῶμα. διὸ ἐξίεσθαι τὸ ἐγκαταλαμβανόμενον πεῦμα συμβαίνει.