Ancient Greek
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 35-7
Not analysed yet
Διὰ τί ἡ ὀρίγανος ἐμβαλλομένη τῷ γλεύκει γλυκὺν ποιεῖ τὸν οἶνον; ἐμβάλλονται δὲ δύο κοτύλαι εἰς τὸν ἀμφορέα. ἢ ὅτι ἐξαίρει δι’ ὧν ἡ αὐστηρότης γίνεται, τὸ ὑδατῶδες καὶ τὸ τρυγῶδες ἀναδεχομένη τῇ ξηρότητι εἰς ἑαυτήν; σημεῖον δὲ ὅτι ἐκ τούτων τὸ αὐστηρόν· οἱ γὰρ οἶνοι ἧττον μαλακοί, ἐὰν ὕδωρ παραχεθῇ, καὶ ἐὰν ἐν τῇ τρυγὶ πλείω χρόνον ἐάσῃ τις. καὶ ὅταν ποιῶσι γλυκύ, ἡλιῶσι τὰς σταφυλας πολὺν χρόνον, καὶ ὁ ἥλιος ἀφαιρεῖ τὸ ὑδατῶδες καὶ τὸ λοιπὸν συμπέττει. ταὐτὸ δὲ τοῦτο ποιεῖ καὶ ἡ ὀρίγανος ξηρὰ γὰρ καὶ θερμή, ὥστε εἰκότως διαμένει.