Ancient Greek · ~4 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 34-7
Not analysed yet
Διὰ τί, ὅταν ἡ λίμνη ἢ κοπάσῃ ἢ ξηρὰ γένηται, ἀποκάεται ὁ σῖτος ἐν τῷ πεδίῳ μᾶλλον; πότερον ὅτι τὸ ὑγρὸν τὸ ἐν τῇ λίμνῃ ἀπατμίζον τῇ ἀτμίδι θερμαίνει τὸν ἀέρα, ὥστε ἐλάττους καὶ ἀσθενεστέρους ποιεῖ τοὺς πάγους ἢ ἐν τοῖς κοίλοις καὶ προσελώδεσι τόποις; ἢ ἐκ τῆς γῆς, ὥσπερ λέγεται, τὰ ψύχη ἄρχεται καὶ λανθάνει εἰσδυόμενα ξηρᾶς οὖν οὔσης τῆς λίμνης, διὰ πλείονος τόπου ἡ ψυχρότης πλείων προσπίπτουσα πήγνυσι καὶ ἀποκάει μᾶλλον. ἐν δὲ ταῖς τοιαύταις χώραις τὰ ψύχη κάτωθεν γίνεται, ὥσπερ καὶ δοκεῖ. καίτοι ἡ γῆ θερμὴ τοῦ χειμῶνος· ἀλλὰ διὰ τὸ ἔφυγρον εἶναι κατέψυκται τὸ ἐπιπολῆς θερμὸν τὸ ἐν τῇ γῇ. τὸ γὰρ ὑγρὸν οὔτε οὕτω πόρρω ἐστὶν ὥστε μὴ ψύχεσθαι, διὰ τὴν ἐνοῦσαν θερμότητα ἐν τοῖς ὑγροῖς, οὔτε οὕτως ὀλίγον ὥστε μηθὲν ἰσχύειν, διὰ τὸ διάβροχον εἶναι τὴν γῆν. οἷον οὖν διά τὴν ψύξιν αὐτοῦ συμβαίνει ἐπὶ κρυστάλλου περιπατεῖν καὶ οἰκεῖν.