Ancient Greek · ~2 min
35 to 36
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 35-8-36
Not analysed yet
Διὰ τί ἡ θάλαττα ἁλμυρὰ καὶ πικρά ἐστιν; ἢ ὅτι ἐν τῇ θαλάττῃ πλείους εἰσὶν οἱ χυμοί; καὶ γὰρ τὸ ἁλμυρὸν καὶ τὸ πικρὸν ἅμα φαίνεται. Διὰ τί τὰ ἐν τῇ θαλάττῃ ὄστρακα καὶ λίθοι στρογγύλα γίνεται; ἢ ὅτι ὁμοίως περιθραυόμενα τὰ ἔσχατα εἰς τὸ στρογγύλον σχῆμα ἔρχεται; τούτου γὰρ τὸ ἔσχατον ὅμοιον, ἡ δὲ θάλαττα πάντη κινοῦσα ὁμοίως περιθραύει.