Ancient Greek · ~4 min
35 to 37
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 35-5-37
Not analysed yet
Διὰ τί οἱ ἰσχνόφωνοι οὐ δύνανται διαλέγεσθαι μικρόν; ἢ ὅτι ἴσχονται τοῦ φωνεῖν, ἐμποδίζοντός τινος; οὐκ ἴσης δὲ ἰσχύος οὐδ’ ὁμοίας κινήσεως, μὴ ἐμποδίζοντός τε τὴν κίνησιν μηδενὸς καὶ ἐμποδίζοντος, βιάσασθαι δεῖ. ἡ δὲ φωνὴ κίνησίς ἐστι· μεῖζον δὲ φθέγγονται μᾶλλον οἱ τῇ ἰσχύϊ χρώμενοι. ὥστ’ ἐπεὶ ἀνάγκη ἀποβιάζεσθαι τὸ κωλῦον, ἀνάγκη μεῖζον φθέγγεσθαι τοὺς ἰσχνοφώνους. Διὰ τί δὲ ἀγωνιῶντες μὲν μᾶλλον ἰσχνόφωνοι γίνονται, ἐν δὲ ταῖς μέθαις ἧττον; ἢ ὅτι ἀποπληξίας ὅμοιόν ἐστι τὸ πάθος μέρους τινὸς τῶν ἐντός, ὃ ἀδυνατοῦσι κινεῖν, ἐμποδίζοντος διὰ τὴν κατάψυξιν; ὁ μὲν οὖν οἶνος φύσει θερμὸς ὢν λύει τὴν κατάψυξιν μᾶλλον, ἡ δὲ ἀγωνία ποιεῖ· φόβος γάρ τις ἡ ἀγωνία, ὁ δὲ φόβος κατάψυξις. Διὰ τί ἔξωθεν εἰς τὰς οἰκίας εἴσω ἀκούεται μᾶλλον ἢ ἔσωθεν ἔξω; ἢ ὅτι ἔσωθεν ὁ ψόφος διὰ τὸ ἀχανὲς ἰέναι διασπᾶται, ὥστε οὐχ ἱκανὸν ἕκαστον μέρος ἀκουσθῆναι, ἢ ἧττον; ἔξωθεν δὲ ἔσω εἰς ἐλάττω τόπον καὶ ἀέρα ἑστῶτα ἡ φωνὴ βαδίζουσα ἀθρόα ἔρχεται, ὥστε μείζων οὖσα ἀκούεται μᾶλλον.