Ancient Greek
IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 38-4
Not analysed yet
Διὰ τί οἱ ἰσχνόφωνοι μελαγχολικοί; ἢ ὅτι τὸ τῇ φαντασίᾳ ἀκολουθεῖν ταχέως τὸ μελαγχολικὸν εἶναί ἐστιν, οἱ δὲ ἰσχνόφωνοι τοιοῦτοι· προτερεῖ γὰρ ἡ ὁρμὴ τοῦ λέγειν τῆς δυνάμεως αὐτοῖς, ὡς θᾶττον ἀκολουθούσης τῆς ψυχῆς τῷ φανέντι. καὶ οἱ τραυλοὶ δὲ ὡσαύτως· βραχύτερα γὰρ τὰ μόρια ταῦτα τοῖς τοιούτοις. σημεῖον δέ· οἰνωμένοι γὰρ τοιοῦτοι γίνονται, ὅτε μάλιστα τοῖς φαινομένοις ἀκολουθοῦσι, καὶ οὐ τῷ νῷ.