Ancient Greek · ~2 min
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 35-9
Not analysed yet
Διὰ τί ὁ ζέφυρος τῆς δείλης πνεῖ; ἢ ἅπαντα τὰ πνεύματα τοῦ ἡλίου διαχέοντος τὸ ὑγρὸν γίνεται; πρότερον γὰρ συνεστηκός, ὅταν ἡ τοῦ θερμοῦ δύναμις πλησιάζῃ, ἐξάπτει. ὁ δὲ ζέφυρος ἀφ’ ἑσπέρας πνεῖ. εἰκότως οὖν τῆς δείλης γίνεται· τότε γὰρ ὁ ἥλιος εἰς τὸν τόπον αὐτοῦ ἀφικνεῖται. καὶ ὁ βορέας καὶ ὁ νότος διὰ τοῦτο πλειστάκις πνέουσιν, ὅτι τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου κρατούμενον κατ’ εὐθυωρίαν ἥκιστα δύναται διαμένειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ πλαγίου. ὁ μὲν οὖν νότος καὶ βορέας ἐκ τῶν ἐφ’ ἑκάτερα τόπων τῆς τοῦ ἡλίου φορᾶς πνέουσιν, οἱ δὲ ἄλλοι μᾶλλον ἐκ τοῦ κατ’ ἀντικρύ.