Ancient Greek · ~4 min
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 36-5
Not analysed yet
Πότερον τὸ πνεῦμα ἀπὸ πηγῆς τινὸς φέρεται ὥσπερ τὸ ὕδωρ, καὶ ταύτης οὐκ ἔστιν ἀνωτέρω αὐτὸ ἐνεχθῆναι, ἢ οὔ; καὶ πότερον ἀπὸ ἑνὸς σημείου ἢ ἀπὸ πλείονος τόπου; ἔνια μὲν οὖν ἐστὶν ὅμοια, ἃ καὶ ἐπὶ τῶν ὑδάτων φαίνεται συμβαίνειν τό τε γὰρ ὕδωρ, ὅταν εἰς τὸ κάταντες φέρηται, θᾶττον ῥεῖ ἢ ὅταν ἐν τῷ ἐπιπέδῳ καὶ ὁμαλοῦ λιμνάζῃ. ὁμοίως δὲ καὶ τὰ πνεύματα· ἐπὶ μὲν γὰρ τοῖς ἄκροις καὶ τοῖς ὑψηλοῖς ἀεὶ ἐν κινήσει ὁ ἀήρ, ἐν δὲ τοῖς κοίλοις πολλάκις ἠρεμεῖ καὶ ἄπνοια γίνεται. ἔτι ἐπὶ τοῖς σφόδρα ὑψηλοῖς ὄρεσιν οὐ γίνεται τὰ πνεύματα, οἷον ἐπὶ τῷ Ἄθῳ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. σημεῖον δέ· ἃ γὰρ ἂν καταλείπωσιν οἱ τῷ προτέρῳ ἔτει θύοντες, εὑρίσκεσθαί φασι διαμένοντα τῷ ὑστέρῳ. δῆλον οὖν ὅτι ὥσπερ ἀπὸ πηγῆς τινὸς καὶ ἡ τοῦ πνεύματος φορὰ γίνεται. εἰς τὸ ἄνω οὖν οὐκέτι δύναται διικνεῖσθαι. διὰ τοῦτο οὖν ἐπὶ τοῖς ὑψηλοῖς τοῦτο συμβαίνει. ὁμοίως δ’ ἂν καὶ ἐπὶ τοῦ ὕδατος εἴη· οὔτε γὰρ ὕδωρ λάβρον οὔτε πνεῦμα ἐξαίσιον ἐν τοῖς ὑψηλοῖς φαίνεται γίνεσθαι.