Ancient Greek · ~2 min
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 38
Not analysed yet
Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες; ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; φανερὰ δὲ αὕτη μασωμένοις τε, καὶ ἐὰν συνθλασθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. καὶ γὰρ ὅτι συγγενής, ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυμός. ὁ δὲ ἃλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα. διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ; ἢ ὅτι στύφει καὶ οὐ τήκει;