Ancient Greek · ~2 min
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 39
Not analysed yet
Διὰ τί τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι δεῖ, τοὺς δὲ χειμερινοὺς ἀλείμμασιν, ἢ τοὺς μὲν ἀλείμματι διὰ τὰς φρίκας καὶ τὰς γενομένας μεταβολάς; θέρμῃ γὰρ λύειν δεῖ, ἣ ποιήσει ἀλεάζειν· τὸ δ’ ἔλαιον θερμόν. ἐν δὲ τῷ θέρει καθυγραίνειν· ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ φοβεραὶ αἱ φρῖκαι διὰ τὴν εἰς ἀλέαν ἔκκλισιν. ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνεται γὰρ διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων.