Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 38-6
Not analysed yet
Διὰ τί ἡ θάλαττα οὖσα βαρυτέρα τοῦ ποτίμου ὕδατος μᾶλλόν ἐστιν εὐδίοπτος; πότερον ὅτι λιπαρωτέρα; τὸ δὲ ἔλαιον ἐπιχυθὲν ποιεῖ μᾶλλον εὐδίοπτον. ἔχουσα δὲ ἐν αὑτῇ λίπος εἰκότως μᾶλλον εὐδίοπτός ἐστιν. ἢ οὐχ ἅπαν τὸ ἐλαφρότερον καὶ εὐδιοπτότερον; αὐτὸ γὰρ τὸ ἔλαιον ἐλαφρότερον τοῦ ὕδατος, εὐδιοπτότερον δὲ οὔ. ἢ οὐκ εὐδιοπτότερόν ἐστιν, ἀλλὰ φαίνεται; τὸ γὰρ πότιμον ὕδωρ ἀπὸ τῆς γῆς ἢ ἀπὸ ῥευμάτων ἐστίν, ἡ δὲ πηγὴ συναφίησι μετὰ τοῦ ὕδατος καὶ γῆν, ὥστε τῷ μὴ καθαρὰ εἶναι τὰ ῥεύματα συγκατάγει τὴν γῆν καὶ ἰλύν. αὕτη οὖν ἐστὶν ἡ αἰτία τοῦ ἧττον εἶναι εὐδίοπτον.