Ancient Greek · ~3 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 37-5
Not analysed yet
Διὰ τί ἐνιαχοῦ, ἐάν τις ὀρύξῃ παρὰ τὴν θάλατταν, τὸ μὲν πρῶτον πότιμόν ἐστιν ὕδωρ, εἶθ’ ἁλμυρὸν γίνεται; ἢ ὅτι αὐτῆς ἐστὶν τῆς θαλάττης τῆς διηθούσης ὑπὸ τὴν γῆν τὸ ὕδωρ; εἰκότως οὖν τὸ πρῶτόν ἐστι γλυκύ· ἐλαφρότερον γάρ ἐστι τὸ γλυκὺ τοῦ ἁλυκοῦ, καὶ ἡ θάλαττα ἔχει τι τοῦ γλυκέος, ὃ μιχθὲν τῇ γῇ μᾶλλον ἐπιπολάζει. τὸ δὲ ἁλυκὸν διὰ τὸ βάρος καὶ διὰ τὸ τμητικὸν εἶναι κάτω φέρεται. εἴτε οὖν οὕτως εἴτε κατὰ τὰς φλέβας ἐκ τῆς ἠπείρου ῥεῖ ἐπὶ τὴν θάλατταν τὸ γλυκὺ ὕδωρ, εἰκότως ἂν ἐπιπολῆς εἴη τῆς θαλάττης, ἣ μίγνυται αὐτῇ. ἀνοιχθέντων δὲ τῶν πόρων, ὕστερον διὰ πλῆθος τὸ ἁλυκὸν κρατοῦν τοιοῦτο πᾶν ποιεῖ. συμβαίνει γὰρ πεφραγμένων τῶν ἄνω πόρων ἄλλην ὁδὸν ζητεῖν τὸ ἐπιρρέον, ἀνοιχθέντων δὲ ἐνταῦθα πᾶν φέρεσθαι, καθάπερ ἐπὶ τῶν τοῦ σώματος φλεβῶν.