Ancient Greek
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 39-8
Not analysed yet
Διὰ τί ὁ μὲν βορέας ἀρχόμενος μέγας, λήγων δὲ μικρός, ὁ δὲ νότος ἀρχόμενος μὲν μικρός, λήγων δὲ μέγας; ἢ ὅτι ὁ μὲν βορέας ἐγγὺς ἡμῶν, ὁ δὲ νότος πόρρω; ὁ μὲν οὖν ὅταν ἄρξηται, εὐθὺς παρ’ ἡμῖν, τοῦ δὲ ἅτε διὰ πολλοῦ χρόνου ἡ ἀρχὴ διασκεδάννυται, καὶ πρὸς ἡμᾶς μικρὸν ἐξικνεῖται αὐτῆς τὸ πρῶτον· τῆς δὲ τελευτῆς τοῦ μὲν αἰσθανόμεθα, τοῦ δὲ ὅλως οὐκ αἰσθανόμεθα. ὥστε εἰκότως ὁ μὲν ἀσθενὴς παυόμενος (ἀσθενὴς γὰρ ἡ τελευτὴ πάντων), ὁ δὲ οὔ· τῆς γὰρ τελευτῆς οὐκέτι αἰσθανόμεθα αὐτοῦ.