Ancient Greek · ~2 min
37 to 38
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 37-6-38
Not analysed yet
Διὰ τί ποτε τοῦ μὲν νότου πνέοντος ἡ θάλαττα κυανέα γίνεται, τοῦ δὲ βορέου ζοφώδης; ἢ ὅτι ὁ βορέας ἧττον τὴν θάλατταν ταράττει, τὸ δὲ ἀταρακτότερον ἅπαν μέλαν φαίνεται. Διὰ τί οἱ νότοι μικρὰ μὲν πνέοντες οὐ ποιοῦσιν ἐπίνεψιν [ἤτοι συνέφειαν], μεγάλοι δὲ γενόμενοι ἐπινεφοῦσιν; ἢ διότι μικροὶ μὲν πνέοντες οὐ δύνανται πολλὰ νέφη ποιεῖν; ὀλίγον οὖν τόπον κατίσχουσιν. ὅταν δὲ μεγάλοι γένωνται, πολλὰ ἀπωθοῦσι, διὸ καὶ δοκοῦσι μᾶλλον ἐπινεφεῖν.