Ancient Greek · ~2 min
ΛΔ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΚΑΙ ΤΑ ΕΝ ΑΥΤΩι
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-23
Not analysed yet
Διὰ τί ἡ γλῶττα σημαντικὸν πολλῶν; καὶ γὰρ τῶν πυρετῶν ἐν τοῖς ὀξέσι νοσήμασιν, καὶ ἐὰν χάλαζαι ἐνῶσιν· καὶ τῶν ποικίλων προβάτων ποικίλαι. ἢ ὅτι ὑγρότητος δεκτικόν, καὶ ἐπὶ τῷ πνεύμονι ἐπίκειται, οὗ ἡ ἀρχὴ ἐπὶ τῶν πυρετῶν. πολύχροα δὲ πάντα διὰ τὴν πολύχροιαν τῶν ὑγρῶν· βάπτεται δὲ πρῶτον δι’ οὗ πρῶτον ἠθεῖται· ἡ δὲ γλῶττα τοιοῦτον. αἵ τε χάλαζαι διὰ τὸ σομφὴν εἶναι συλλέγονται· ἔστι γὰρ ἡ χάλαζα οἱονεὶ ἴονθος ἄπεπτος ἐν τοῖς ἐντός.