Ancient Greek · ~2 min
5 to 6
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 5-23-6
Not analysed yet
Διὰ τί ἡ γλῶττα γλυκεῖα μὲν οὐ γίνεται, πικρὰ δὲ καὶ ἁλμυρὰ καὶ ὀξεῖα; ἢ ὅτι διαφθοραὶ ταῦτ’ ἐστίν, τῆς δὲ φύσεως οὐκ αἰσθάνεται; Διὰ τί ὅσας ἂν χρόας ἔχῃ τὸ δέρμα, τοσαύτας ἔχει καὶ ἡ γλῶττα; πότερον ὅτι ἓν μέρος ἐστὶν ὥσπερ ἄλλο τι τῶν ἔξωθεν, ἀλλ’ ἐντὸς περιείληπται; διὰ δὲ τὸ λεπτὸν εἶναι ταύτῃ τὸ δέρμα καὶ ἡ μικρὰ ποικιλία ἐμφαίνεται. ἢ διότι τὸ ὕδωρ ἐστὶν ὃ ποιεῖ μεταβάλλειν τὰς χρόας; ἡ δὲ γλῶττα μάλιστα πάσχει ὑπὸ τοῦ πόματος.