Ancient Greek
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-6
Not analysed yet
Διὰ τί οἱ παῖδες καὶ αἱ γυναῖκες ἧττον ἔχουσι λεύκην τῶν ἀνδρῶν, καὶ τῶν μὲν γυναικῶν αἱ πρεσβύτιδες μᾶλλον; ἢ ὅτι ἡ λεύκη ἐστὶ πνεύματος ἔξοδος, ἔστι δὲ τὰ μὲν τῶν παίδων οὐκ εὔπνοα σώματα, ἀλλὰ πυκνά, καὶ τὰ τῶν γυναικῶν ἧττον ἢ τὰ τῶν ἀνδρῶν· εἰς τὰ καταμήνια γὰρ τρέπεται· δηλοῖ δὲ ἡ λειότης τὴν πυκνότητα τῆς σαρκός. τὰ δὲ τῶν πρεσβυτέρων καὶ τῶν γραῶν εὔπνοα· μόνα γάρ, ὥσπερ τὰ παλαιὰ οἰκοδομήματα, διεστῶσαν ἔχει τὴν σύνθεσιν τῶν μορίων.