Ancient Greek · ~2 min
ΙΒ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΕΥΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-7
Not analysed yet
Διὰ τί τὰ ἄνθη καὶ τὰ θυμιώμενα πόρρωθεν μᾶλλον ἥδιον ὄζει, ἐγγύθεν δὲ τὰ μὲν ποωδέστερον, τὰ δὲ καπνωδέστερον; ἢ ὅτι ἡ ὀσμὴ θερμότης τίς ἐστιν καὶ τὰ εὐώδη θερμά, τὸ δὲ θερμὸν κοῦφον, ὥστε διὰ μὲν τοῦτο πορρωτέρω διιόντων ἀμιγεστέρα γίνεται ἡ ὀσμὴ τῶν συμπαρεπομένων ὀσμῶν ἀπὸ τῶν φύλλων καὶ τοῦ καπνοῦ, ὄντος ὑδατώδους ἀτμοῦ, πλησίον δὲ ὄντων τὰ μεμιγμένα αὐτοῖς συνόζει ἐν οἷς ἐστίν.