Ancient Greek · ~6 min
Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 40-3
Not analysed yet
Διὰ τί τῶν περιπάτων οἱ κατὰ τὰς ὁδοὺς ἀκοπώτεροί εἰσιν οἱ ἀνώμαλοι τῶν εὐθέων; ἢ διὰ τὸ τὴν φορὰν ὀρθὴν εἶναι κατὰ φύσιν παντὶ τῷ σώματι; οἱ δ’ ἐν τοῖς ὁμαλοῖς τῶν ἀνωμάλων κοπιωδέστεροι· τοῖς γὰρ αὐτοῖς μέρεσι τοὺς πόνους παρέχουσιν, οἱ δ’ ἐν τοῖς ἀνωμάλοις διαμερίζουσι μᾶλλον εἰς ἅπαν τὸ σῶμα. αἱ δὲ ἀλέαι μᾶλλον ἰσχνοῦσι τῶν ἐν τοῖς ψύχεσιν· τοῖς γὰρ ἔξω μέρεσι πλείονα τὸν πόνον παρέχονται· διὸ καὶ τοὺς ἱδρῶτας ἐμποιοῦντες ἰσχναίνουσιν. οἱ δ’ ἐν τοῖς ψύχεσι στριφνοτέραν τὴν σάρκα ποιοῦσιν καὶ τῶν σιτίων ἐπιθυμητικωτέρους· τοῖς γὰρ ἔσω μέρεσιν τὴν αὔξησιν τοῦ θερμοῦ ποιοῦνται, καὶ δυσκινήτων γινομένων ὑπὸ τοῦ ψύχους τὸν μὲν ἔσω τόπον καθαίρουσι, τὴν θερμασίαν αὐξάνοντες ἐν αὐτῷ, τὴν δὲ σάρκα στερεὰν ποιοῦσιν, οὐ δυνάμενοι κρατεῖν διὰ πάσης αὐτῆς. ὁμοίως οἱ ἀνάντεις τῶν κατάντων ἐπιπονώτεροι καὶ ἰσχναντικώτεροι. οἱ μὲν γὰρ ἀνάντεις τὴν ὀσφὺν μάλιστα ποιοῦσι πονεῖν, οἱ δὲ κατάντεις τοὺς μηρούς· τοῖς γὰρ μηροῖς τὸ βάρος πᾶν ἐμπῖπτον κόπους εἴωθεν παρέχειν. ἄνω γὰρ παρὰ φύσιν ὑπὸ τοῦ θερμοῦ βίᾳ φερόμενος ἐκθερμαίνει. διὸ τούς τε ἱδρῶτας ἐμποιοῦσι, καὶ τὸ πνεῦμα μετεωρίζοντες ἰσχναίνουσιν, καὶ τὴν ὀσφὺν ὀδυνῶσιν· τὰ γὰρ σκέλη χαλεπῶς ἀναγόμενα τὴν ὀσφὺν κάμπτουσίν τε καὶ ἀνασπῶσιν, ὑφ’ ὧν ἀναγκάζονται μάλιστα πονεῖν. οἱ δ’ ἐν ἀντιτύποις περίπατοι τοῖς τε μυσὶ καὶ τοῖς τεταμένοις τῶν σκελῶν παρέχουσι κόπους· συντάσεις γὰρ ἐμποιοῦσι τοῖς νεύροις καὶ τοῖς μυσί, βιαίας γενομένης τῆς ἀπερείσεως αὐτοῖς. οἱ δ’ ἐν τοῖς μαλακοῖς τοῖς ἄρθροις κοπιώδεις εἰσίν· τῶν γὰρ ἄρθρων πυκνὰς τὰς κάμψεις ποιοῦσιν, ἅτε ἐνδιδούσης τῆς βάσεως. τὸ δ’ αὐτό ἐστι πρόβλημα.