Ancient Greek · ~1 min
41 to 42
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 41-3-42
Not analysed yet
Διὰ τί πρὸς τὰ σιμὰ χαλεπῶς βαδίζομεν; ἢ διότι πᾶσα πορεία ἐξ ἄρσεως καὶ θέσεως συντελεῖται; τὸ μὲν οὖν ἆραι παρὰ φύσιν, τὸ δὲ θεῖναι κατὰ φύσιν, τὸ δὲ προσθεῖναι μεσότης· ἐν δὲ τῷ πρὸς τὰ σιμὰ βαδίζειν πολὺ τὸ παρὰ φύσιν. Διὰ τί οἱ ἀφ’ ἵππων ἧττον πίπτουσιν; ἢ διὰ τὸ φοβεῖσθαι φυλάττονται μᾶλλον;