Ancient Greek
IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 41-5
Not analysed yet
Διὰ τί ἀκούουσι μᾶλλον κατέχοντες τὸ πνεῦμα ἢ ἐκπνέοντες; διὸ καὶ ἐν ταῖς θήραις παραγγέλλουσιν ἑαυτοῖς μὴ πνευστιᾶν. πότερον ὅτι τὸ αἰσθητικὸν ἄνω ἔρχεται αἰρομένων τῶν φλεβῶν; καθευδόντων γὰρ κάτω· διὸ καὶ μᾶλλόν τε ἐκπνέουσιν καθεύδοντες ἢ εἰσπνέουσι, καὶ ἀνήκοοί εἰσιν. ἢ καὶ τὸ αἷμα ἀνέρχεται ἐκπεπνευκότος, ὥστε κενοῦται τὰ κάτω; ἀκούουσι δὲ τῷ κενῷ. ἢ ὅτι ὁ φυσιασμὸς ψόφος τίς ἐστιν, οὗτος δὲ ἐν τῷ ἐκπνεῖν γινόμενος κωλύει ἀκούειν.