Ancient Greek
39 to 40
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 39-5-40
Not analysed yet
Διὰ τί τὰ πράσα συμφέρει πρὸς εὐφωνίαν, ἐπεὶ καὶ τοῖς πέρδιξιν; ἢ ὅτι καὶ τὰ σκόροδα ἑφθὰ λεαίνει, τὰ δὲ πράσα γλισχρότητα ἔχει τινά; ῥυπτικὸν δὲ τοῦ φάρυγγος. Διὰ τί τὰ μὲν ἄλλα ὀξύτερον φθέγγεται σφοδρότερα ὄντα, ὁ δὲ ἄνθρωπος ἀσθενῶν; ἢ διότι ἐλάττω κινεῖ ἀέρα, οὗτος δὲ ταχὺ διέρχεται, τὸ δὲ ταχὺ ὀξὺν ποιεῖ τὸν ψόφον.