Ancient Greek · ~7 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 45
Not analysed yet
Διὰ τί ὅσα μὲν ἥμερα τῶν ζῴων ἐστί, πάντως καὶ ἄγρια, ὅσα δὲ ἄγρια, οὐ πάντως ἥμερα; καὶ γὰρ ἄνθρωποί που φαίνονται ἄγριοι ὄντες καὶ κύνες ἐν Ἰνδοῖς καὶ ἵπποι καὶ ἄλλοθι, ἀλλ’ οὐ λέοντες ἥμεροι οὐδὲ παρδάλεις οὐδ’ ἔχεις οὐδ’ ἄλλα πολλά. ἢ ὅτι ῥᾷον τὸ φαῦλον καὶ γενέσθαι ἔξ ἀρχῆς καὶ μεταβαλεῖν εἰς αὐτό; ἡ γὰρ φύσις οὐχ ἡ πρώτη, ἀλλ’ ἡ ἐν τέλει ἐργώδης τυχεῖν εὐθύς. διὸ πάντα καὶ τὰ ἥμερα ἄγρια γίνονται τὸ πρῶτον μᾶλλον ἢ ἥμερα, οἷον παιδίον ἢ ἀνὴρ παμφάγον καὶ τῷ θυμῷ ζῶν· ἀλλὰ ἀσθενέστερα. ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἔργων τῆς τέχνης, οὕτως ἔχει καὶ ἐπὶ τῶν τῆς φύσεως ἔργων. καὶ γὰρ ἐπὶ τούτων πάντ’ ἐστὶ φαύλως εἰργασμένα, καὶ πλείω τὰ φαῦλα, κλίνη καὶ ἱμάτιον καὶ ἄλλ’ ὁτιοῦν. καὶ ὃ μέν ἐστι καλόν, λαβεῖν ἔστιν ἅπαν καὶ φαῦλον, ὃ δὲ φαῦλον οὐ πᾶν καὶ καλόν, οἷον εἴ τις ἐπὶ τῶν ἀρχαίων γραφέων καὶ ἀνδριαντοποιῶν ἐπισκοπεῖ τὰ ἔργα· οὐ γὰρ ἦν πώποτε οὐδαμῇ γραφὴ σπουδαία οὐδὲ ἀνδριάς, φαῦλα δὲ ἦν. ὁμοίως δὲ καὶ ἡ φύσις φαῦλα μὲν πάντα ποιεῖ, καὶ πλείους καὶ πλείω, σπουδαῖα δ’ ἐλάττω, καὶ οὐ πάντα δύναται. τὸ δὲ ἥμερον βέλτιον, τὸ δὲ ἄγριον φαῦλον. φύσει δὲ οὐ τῇ ἐξ ἀρχῆς, ἀλλ’ ἐφ’ ἣν οἶμαι †,ῥᾷον ποιεῖ σπουδαῖα καὶ ἥμερα. τὰ δὲ ἐναντία ἢ οὐδέποτε ἢ μόλις, καὶ ἔν τισι τόποις καὶ ἐν χρόνοις, ἢ ἀρτίου, ἢ ποτὲ ἔν τινι κράσει τοῦ ὅλου, γίνονται ἥμερα τὰ ζῷα πάντα. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν φυτῶν πάντων ἐστίν· ὅσα μὲν γὰρ ἥμερα, καὶ ἄγρια, οὐ πάντα δὲ δύναται ἡμεροῦσθαι, ἀλλ’ ὅμως εἰσὶν ἐν ἰδίᾳ χώρᾳ πρὸς πολλὰ ἰδίως ἔχοντα, ὥστε ἠμελημένα καὶ ἄγρια κρείττω καὶ ἡμερώτερα φύεσθαι τῶν ἐν ἄλλῃ γεωργουμένων.