Ancient Greek · ~2 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 46
Not analysed yet
Διὰ τί τοῖς μὲν ἀνθρώποις οἱ ὀμφαλοὶ μεγάλοι γίνονται, τοῖς δ’ ἄλλοις ζῴοις οὐ φανεροί; ἢ διότι τοῖς μὲν διὰ τὸ πολὺν χρόνον εἴσω ἐμμένειν ἀφαυαίνονται καὶ εὐθὺ τείνονται, ὅλον δ’ ἐπανοιδοῦσι τὰ ἕλκη, διὸ ἔνιοι τῶν ὀμφαλῶν καὶ αἰσχίους εἰσίν· ὁ δὲ ἄνθρωπος ἀτελὴς ἐξέρχεται, ὥστε ἔφυγροι καὶ ἔναιμοι οἱ ὀμφαλοὶ ἀκολουθοῦσιν. ὅτι δὲ τὰ μὲν τετελειωμένα, τὰ δὲ ἀτελῆ ἐξέρχεται, σημεῖον, ὅτι τὰ μὲν εὐθὺς δύναται ζῆν, τὰ δὲ παιδία ἐπιμελείας δεῖται.