Ancient Greek
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 47-2
Not analysed yet
Διὰ τί τὰ μὲν τῶν ζῴων ἅπαξ ὀχεύεται, τὰ δὲ πολλάκις, καὶ τὰ μὲν ὥρᾳ ἔτους, τὰ δ’ ὅτε ἔτυχεν, ἄνθρωπος μὲν ἀεί, τὰ δὲ ἄγρια οὐ πολλάκις, καὶ ὗς μὲν ἄγριος ἅπαξ, ἥμερος δὲ πολλάκις; ἢ διὰ τὴν τροφὴν καὶ ἀλέαν καὶ πόνον; ἐν πλησμονῇ γὰρ Κύπρις. ἔπειτα τὰ αὐτὰ ἄλλοθι μὲν ἅπαξ τίκτει, ἄλλοθι δὲ πλεονάκις, οἷον τὰ πρόβατα ἐν Μαγνησίᾳ καὶ Λιβύῃ τίκτει δίς. τὸ δ’ αἴτιον ἡ πολυχρονία τοῦ τόκου· οὐ γὰρ ἐπιθυμεῖ ὅταν πλησθῇ, ὥσπερ οὐδὲ τροφῆς τὰ πλήρη. τὰ δὲ κυοῦντα ἧττον ὀχείας ἐπιθυμεῖ διὰ τὸ μὴ γίνεσθαι τὴν κάθαρσιν.