Ancient Greek
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 48-4
Not analysed yet
Διὰ τί τὰ πνεύματα ψυχρά ἐστιν, ὄντα ἀπὸ τῆς τοῦ θερμοῦ συγκινήσεως; ἢ οὐ πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ γίνεται, ἐὰν μὴ τρόπον τινὰ γίνηται; ἀλλ’ ἐὰν μὲν ἀθρόως ἐμπίπτῃ, καίει αὐτὸ τὸ ἀφιὲν θέρμῃ. ἐὰν δὲ διὰ στενοῦ καὶ κατὰ μικρόν, αὐτὴ μὲν θερμή, ὁ δὲ ὑπὸ τούτου κινούμενος ἀήρ, οἷος ἄν ποτε τυγχάνῃ προϋπάρχων, τοιαύτην καὶ τὴν κίνησιν ἀπετέλεσεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος. φασὶ γὰρ ἐκ τοῦ αὐτοῦ θερμὸν καὶ ψυχρὸν ἡμᾶς πνεῖν, τοῦτο δὲ οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ἐξιὸν θερμὸν ἀεί. σημεῖον δὲ τὸ ἐγγὺς προσαγαγόντι τοιοῦτον φαίνεσθαι. διαφέρει δὲ ἡ ἔκπτωσις αὐτοῦ. ἐὰν μὲν γὰρ διὰ πολλοῦ ἀφίωμεν χανόντες, θερμὸν φαίνεται διὰ τὸ αὐτοῦ αἰσθάνεσθαι, ἐὰν δὲ διὰ στενοῦ, σφοδρότερον γινόμενον ὠθεῖ τὸν πλησίον ἀέρα, κἀκεῖνος τὸν ἐχόμενον. ψυχροῦ δὲ ὄντος τοῦ ἀέρος καὶ ἡ κίνησις αὐτοῦ ψυχρὰ γίνεται. μήποτε δὲ καὶ ἐπὶ τῶν πνευμάτων τὸ αὐτὸ συμβαίνει, καὶ διὰ στενοῦ ἡ πρώτη κίνησις· εἶτ’ ἐκεῖνον μὲν διήνεγκεν, ἕτερος δὲ ἀὴρ ἐπιρρεῖ. διὸ καὶ τοῦ μὲν θέρους θερμά, τοῦ δὲ χειμῶνος ψυχρὰ τὰ πνεύματα, ὅτι ἐν ἑκατέρῳ τοιοῦτος ὁ ἀὴρ ὁ προϋπάρχων· ἐπεὶ ὅτι γε οὕτε αὐτὸς ὑφ’ ἑαυτοῦ κινούμενος ὁ ἀὴρ οὔτε ὑπὸ τοῦ θερμοῦ κρατούμενος φέρεται ταύτην τὴν φοράν, δῆλον οὐ μόνον τούτῳ ὅτι θερμαίνει τὰ πνεύματα πλείονος τοῦ θερμοῦ ἐνόντος, ἀλλὰ καὶ ἄνω ἐφέρετο. τὸ γὰρ πῦρ τοιοῦτον, τὸ δὲ ψυχρὸν κάτω πέφυκεν φέρεσθαι. τὰ δὲ πνεύματα πλάγια εἰκότως· ἐπεὶ γὰρ τὸ μὲν ἄνω, τὸ δὲ κάτω βιάζεται, καὶ οὐδέτερον κρατεῖ, μένειν δὲ οὐχ οἷόν τε, λοξὴν τὴν φορὰν εἰκότως γίνεσθαι.