Ancient Greek · ~2 min
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 49-5
Not analysed yet
Διὰ τί οἱ νότοι ἐν τῇ Λιβύῃ ψυχροί, ὥσπερ παρ’ ἡμῖν οἱ βορέαι; ἢ πρῶτον μὲν διὰ τὸ ἐγγυτέρω εἶναι ἡμῖν τε κἀκείνοις τὰς ἀρχὰς τῶν πνευμάτων. εἰ γάρ, ὥσπερ εἴπομεν, διὰ στενοῦ γίνεται τὰ πνεύματα, τοῖς ἐγγυτέρω ψυχρότερα ἔσται διὰ τὴν σφοδρότητα τῆς κινήσεως· εἰς γὰρ τὸ πόρρω προϊούσης διαχεῖται. διὸ καὶ παρ’ ἡμῖν οἱ βορέαι ψυχροί, ὅτι ἐγγυτέρω καὶ παντελῶς πρὸς τῇ ἄρκτῳ οἰκοῦμεν.